- 텍스트

Homer, Iliad, Book 17 65:

(호메로스, 일리아스, Book 17 65:)

πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.? βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ ἄκρον ἐπιλίγδην: γράψεν δέ οἱ ὀστέον ἄχρις αἰχμὴ Πουλυδάμαντος: ὃ γάρ ῥ ἔβαλε σχεδὸν ἐλθών. Λήϊτον αὖθ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ ἐπὶ καρπῷ υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης: τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. Ἕκτορα δ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν: ἐν καυλῷ δ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν Τρῶες: ὃ δ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο δίφρῳ ἐφεσταότος: τοῦ μέν ῥ ἀπὸ τυτθὸν ἅμαρτεν: αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ ἡνίοχόν τε Κοίρανον, ὅς ῥ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ αὐτῷ: πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους: καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, αὐτὸς δ ὤλεσε θυμὸν ὑφ Ἕκτορος ἀνδροφόνοιο: τὸν βάλ ὑπὸ γναθμοῖο καὶ οὐάτος, ἐκ δ ἄρ ὀδόντας ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. ἤριπε δ ἐξ ὀχέων, κατὰ δ ἡνία χεῦεν ἔραζε. καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα: μάστιε νῦν εἱό῀ς κε θοὰς ἐπὶ νῆας ἵκηαι: γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ οὐκέτι κάρτος Ἀχαιῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION