- 텍스트

Aristophanes, Wasps, Agon, antepirrheme

(아리스토파네스, Wasps, Agon, antepirrheme)

ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ ἐσκαλαμᾶσθαι κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε·? φράζετε νυνί. ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες ὥστ οὐ δυνατόν ς εἱρ´γειν ἔσται: τοιαῦτα ποιήσομεν ἡμεῖς. δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ - μανθάνετ· - ἤν τι πάθω γώ, ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ ὑπὸ τοῖσι δρυφάκτοις. οὐδὲν πείσει: μηδὲν δείσῃς. ἀλλ ὦ βέλτιστε καθίει σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν. ὦ Λύκε δέσποτα, γείτων ἡρ´ως: σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι, τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς: ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ ἵνα ταῦτ ἀκροῷο, κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι. ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον: κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ ἀποπάρδω. οὗτος ἐγείρου. τί τὸ πρᾶγμ· ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. μῶν ὁ γέρων πῃ διαδύεται <αὖ>· μὰ Δί οὐ δῆτ, ἀλλὰ καθιμᾷ αὑτὸν δήσας. ὦ μιαρώτατε τί ποιεῖς· οὐ μὴ καταβήσει· ἀνάβαιν ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε, ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις. οὐ ξυλλήψεσθ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε· πότε δ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ εἴσω μᾶλλον ἄγεσθαι·

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION