- κανόνα γοῦν οἱ πολλοὶ ὀνομάζουσιν αὐτὸν εἰς τὴν ὀρθότητα τῆς γνώμης ἀποβλέποντες. (Lucian, Symposium, (no name) 7:2)
(루키아노스, Symposium, (no name) 7:2)
- οὐ γάρ μοὔστιν ἀλλ ἀκουστέα τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν. (Aristophanes, Frogs, Lyric-Scene 1:24)
(아리스토파네스, Frogs, Lyric-Scene 1:24)
- ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν, ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον: (Plutarch, De fraterno amore, section 9 2:2)
(플루타르코스, De fraterno amore, section 9 2:2)
- οὗτοι γὰρ ἐκέκτηντο ἔνθεον μὲν τὴν ἀρετήν, ἀνθρώπινον δὲ τὸ θνητόν, πολλὰ μὲν δὴ τὸ παρὸν ἐπιεικὲς τοῦ αὐθάδους δικαίου προκρίνοντες, πολλὰ δὲ νόμου ἀκριβείας λόγων ὀρθότητα, τοῦτον νομίζοντες θειότατον καὶ κοινότατον νόμων τὸ δέον ἐν τῷ δέοντι καὶ λέγειν καὶ σιγᾶν καὶ ποιεῖν, καὶ δισσὰ ἀσκήσαντες μάλιστα ὧν δεῖ, γνώμην καὶ ῥώμην, τὴν μὲν βουλεύοντες τὴν δ ἀποτελοῦντες, θεράποντες μὲν τῶν ἀδίκως δυστυχούντων, κολασταὶ δὲ τῶν ἀδίκως εὐτυχούντων, αὐθάδεις πρὸς τὸ συμφέρον, εὐόργητοι πρὸς τὸ πρέπον, τῷ φρονίμῳ τῆς γνώμης παύοντες τὸ ἄφρον, ὑβρισταὶ εἰς τοὺς ὑβρίζοντας, κόσμιοι εἰς τοὺς κοσμίους, ἄφοβοι εἰς τοὺς ἀφόβους, δεινοὶ ἐν τοῖς δεινοῖς. (Dionysius of Halicarnassus, De Demosthene, chapter 16)
(디오니시오스, De Demosthene, chapter 16)
- τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς: (Plutarch, De virtute morali, section 11 7:1)
(플루타르코스, De virtute morali, section 11 7:1)
- μάλιστα δὲ ἡ περὶ τὰς κρίσεις ὀρθότης αὐτοῦ τοῖς στρατιώταις ἤρεσκεν ἧς καὶ τοιόνδε τι δεῖγμα λέγεται. (Plutarch, Caius Marius, chapter 14 3:1)
(플루타르코스, Caius Marius, chapter 14 3:1)
- ἀλλ ἐπεὶ ὁ μὲν κακῶς βουλευόμενος ἁμαρτάνει, ὁ δ εὖ ὀρθῶς βουλεύεται, δῆλον ὅτι ὀρθότης τις ἡ εὐβουλία ἐστίν, οὔτ ἐπιστήμης δὲ οὔτε δόξης: (Aristotle, Nicomachean Ethics, Book 6 68:4)
(아리스토텔레스, 니코마코스 윤리학, Book 6 68:4)
- ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότης οὐδὲ γὰρ ἁμαρτία, δόξης δ ὀρθότης ἀλήθεια: (Aristotle, Nicomachean Ethics, Book 6 69:1)
(아리스토텔레스, 니코마코스 윤리학, Book 6 69:1)
- ἀλλ ὀρθότης τίς ἐστιν ἡ εὐβουλία βουλῆς: (Aristotle, Nicomachean Ethics, Book 6 70:1)
(아리스토텔레스, 니코마코스 윤리학, Book 6 70:1)