호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δὲ εὐχερὲσ τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ δι’ ἀκριβείασ ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννέσ, ἀλλὰ μᾶλλον τὸ τούτου ἐναντίον ἀνελεύθερον, ἔστι δὲ ὅτε ἀναγκαῖον, οἱο͂ν καὶ νῦν ἀνάγκη ἐπιλαβέσθαι τῆσ ἀποκρίσεωσ ἣν ἀποκρίνῃ, ᾗ οὐκ ὀρθή. σκόπει γάρ· ἀπόκρισισ ποτέρα ὀρθοτέρα, ᾧ ὁρῶμεν τοῦτο εἶναι ὀφθαλμούσ, ἢ δι’ οὗ ὁρῶμεν, καὶ ᾧ ἀκούομεν ὦτα, ἢ δι’ οὗ ἀκούομεν; δι’ ὧν ἕκαστα αἰσθανόμεθα, ἔμοιγε δοκεῖ, ὦ Σώκρατεσ, μᾶλλον ἢ οἷσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기