- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

προαιρετέος?

First/Second declension Adjective; Transliteration: proaireteos

Principal Part: προαιρετέος προαιρετέον

Structure: προαιρετε (Stem) + ος (Ending)

Etym.: προαιρέομαι의 분사형

Sense

  1. one must choose, prefer

Examples

  • εἰ δ ὅπως τὰ παρόντ ἐπανορθωθήσεται δεῖ σκοπεῖν καὶ μὴ προελθόντ ἔτι πορρωτέρω λήσει πάνθ ἡμᾶς, μηδ ἐπιστήσεται μέγεθος δυνάμεως πρὸς ἣν οὐδ ἀντᾶραι δυνησόμεθα, οὐχ ὁ αὐτὸς τρόπος ὅσπερ πρότερον τοῦ βουλεύεσθαι, ἀλλὰ καὶ τοῖς λέγουσιν ἅπασι καὶ τοῖς ἀκούουσιν ὑμῖν τὰ βέλτιστα καὶ τὰ σώσοντα τῶν ῥᾴστων καὶ τῶν ἡδίστων προαιρετέον. (Demosthenes, Speeches, 6:1)
  • εἰ μὲν τοίνυν αἰσχρόν τι ἔμελλον ἐργάσασθαι, θάνατον ἀντ αὐτοῦ προαιρετέον ἦν: (Xenophon, Memorabilia, , chapter 7 11:1)
  • προαιρετέον οὖν αὖ τῶν ἀπείρων τὸ κάλλιστον, εἰ μέλλομεν ἄρξεσθαι κατὰ τρόπον. (Plato, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, 233:2)
  • τούς τε γὰρ βεβαιοτάτους καὶ τοὺς ἀνδρειοτάτους προαιρετέον, καὶ κατὰ δύναμιν τοὺς εὐειδεστάτους: (Plato, Republic, book 7 409:2)
  • ἀεὶ μὲν οὖν οἶμαι τὰ βέλτιστα προαιρετέον καὶ φρονεῖν καὶ λέγειν, ἐν δὲ ταῖς ἱερομηνίαις καὶ ταῖς ἑορταῖς πῶς οὐκ εἰκὸς ἅπασαν μὲν εὐφημίαν εἶναι προθυμεῖσθαι, πᾶσαν δὲ γνώμην ἀστειοτάτην, πάντας δὲ ὡς οἰκειότατα ἀλλήλοις ἔχειν, ὡς τῶν θεῶν ταύτην τὴν φιλίαν καὶ ὁμόνοιαν βραβευόντων, καὶ νομίζειν γε τὰς ἑορτὰς σχεδὸν ὡς εἰπεῖν φιλίας συνθήματα, καὶ μήτε θυσίαν οὕτω λαμπρὰν μήτε σπονδὰς κεχαρισμένας, ὧν οὐχ ἥδιον ἂν εἶναι τοῖς θεοῖς ἢ εἰ τὴν γνώμην ἐκ τῶν δυνατῶν ὡς βελτίστην παρεχοίμεθα. (Aristides, Aelius, Orationes, 3:5)

Synonyms

  1. one must choose

Related

명사

형용사

동사

Similar forms

Source: Henry George Liddell. Robert Scott. "A Greek-English Lexicon". revised and augmented throughout by. Sir Henry Stuart Jones.

Find this word at Perseus Greek Word Study Tool

SEARCH

MENU NAVIGATION