호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀπολλωνίας.? ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Αᾦον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων. τούτους δ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν.
ὁ δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν.
οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος.
βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς.
συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον περὶ αὐτόν.
οἱ δὲ Ῥωμαῖοι δεκαναΐαν ἀπὸ τοῦ περὶ τὸ Λιλύβαιον ἐξαπέστειλαν στόλου, ταύτην τὴν περὶ τὸ Ῥήγιον ὀφθεῖσαν:
ἣν Φίλιππος εἰ μὴ πτοηθεὶς ἀλόγως ἔφυγε, τῶν περὶ τὴν Ἰλλυρίδα πράξεων μάλιστ ἂν τότε καθίκετο διὰ τὸ τοὺς Ῥωμαίους πάσαις ταῖς ἐπινοίαις καὶ παρασκευαῖς περὶ τὸν Ἀννίβαν καὶ τὴν περὶ Κάνναν μάχην γίνεσθαι, τῶν τε πλοίων ἐκ τοῦ κατὰ λόγον ἐγκρατὴς ἂν ἐγεγόνει.
νῦν δὲ διαταραχθεὶς ὑπὸ τῆς προσαγγελίας ἀβλαβῆ μέν, οὐκ εὐσχήμονα δ ἐποιήσατο τὴν ἀναχώρησιν εἰς Μακεδονίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기