호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νάμεως ἐπὶ τὴν προκειμένην χρείαν.? τῆς δὲ κατὰ τὸν Λίβανον παρωρείας κατὰ τοὺς τόπους τούτους συγκλειούσης τὴν παραλίαν εἰς στενὸν καὶ βραχὺν τόπον, συμβαίνει καὶ τοῦτον αὐτὸν ῥάχει δυσβάτῳ καὶ τραχείᾳ διεζῶσθαι, στενὴν δὲ καὶ δυσχερῆ παρ αὐτὴν τὴν θάλατταν ἀπολειπούσῃ πάροδον. ἐφ ᾗ τότε Νικόλαος παρεμβεβληκώς, καὶ τοὺς μὲν τῷ τῶν ἀνδρῶν πλήθει προκατειληφὼς τόπους, τοὺς δὲ ταῖς χειροποιήτοις κατασκευαῖς διησφαλισμένος, ῥᾳδίως ἐπέπειστο κωλύσειν τῆς εἰσόδου τὸν Ἀντίοχον.
τὸ δ ἕτερον Μενεδήμῳ, διὰ πλειόνων ἐντειλάμενος κατὰ μέσην πειράζειν τὴν ῥάχιν:
τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρατηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας.
αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παραβοηθεῖν.
ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγένην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πειρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζομαχίας καὶ ναυμαχίας.
τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες.
κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δ ἑάλωσαν οὐκ ἐλάττους τούτων:
οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος. ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기