호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παρατηρήσας οὖν ἔξοδον τοῦ βασιλέως εἰς Κάνωβον, διέδωκε τοῖς φυλάττουσιν αὑτὸν φήμην ὡς ἀφίεσθαι μέλλων ὑπὸ τοῦ βασιλέως, καὶ διὰ ταύτην τὴν αἰτίαν αὐτός τε τοὺς αὑτοῦ θεράποντας εἱστία καὶ τοῖς φυλάττουσιν ἱερεῖα καὶ στεφάνους, ἅμα δὲ τούτοις οἶνον ἐξαπέστειλε.? τῶν δὲ χρωμένων τούτοις ἀνυπονοήτως καὶ καταμεθυσθέντων, παραλαβὼν τοὺς συνόντας φίλους καὶ τοὺς περὶ αὑτὸν παῖδας περὶ μέσον ἡμέρας λαθὼν τοὺς φύλακας ἐξῆλθε μετ ἐγχειριδίων.
προάγοντες δὲ καὶ συντυχόντες κατὰ τὴν πλατεῖαν Πτολεμαίῳ τῷ τότ ἐπὶ τῆς πόλεως ἀπολελειμμένῳ, καταπληξάμενοι τῷ παραβόλῳ τοὺς συνόντας αὐτῷ, τοῦτον μὲν κατασπάσαντες ἀπὸ τοῦ τεθρίππου παρέκλεισαν, τὰ δὲ πλήθη παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν.
οὐδενὸς δὲ προσέχοντος αὐτοῖς οὐδὲ συνεξισταμένου διὰ τὸ παράδοξον τῆς ἐπιβολῆς, ἐπιστρέψαντες ὡρ´μησαν πρὸς τὴν ἄκραν, ὡς ἀνασπάσοντες ταύτης τὰς πυλίδας καὶ συγχρησόμενοι τοῖς εἰς τὴν φυλακὴν ἀπηγμένοις τῶν ἀνδρῶν.
ἀποσφαλέντες δὲ καὶ ταύτης τῆς ἐπιβολῆς διὰ τὸ τοὺς ἐφεστῶτας προαισθομένους τὸ μέλλον ἀσφαλίσασθαι τὴν πύλην, προσήνεγκαν αὑτοῖς τὰς χεῖρας εὐψύχως πάνυ καὶ Λακωνικῶς.
ἀνὴρ γενόμενος καὶ πρὸς τὰς ὁμιλίας ἐπιδέξιος καὶ πρὸς πραγμάτων οἰκονομίαν εὐφυὴς καὶ συλλήβδην ἡγεμονικὸς καὶ βασιλικὸς τῇ φύσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기