호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φιλοτιμίαν ἐπανείλετο.? καὶ τεταγμένοι ῥητὴν ἡμέραν, εἰς ἣν ἠξίουν τὸν Φίλιππον ἀπαντῆσαι πρὸς τὸ Ῥίον, ὑπισχνούμενοι πάντα ποιήσειν τοὺς Αἰτωλοὺς ἐφ ᾧ συνθέσθαι τὴν εἰρήνην.
ὁ δὲ Φίλιππος, δεξάμενος τὰς ἀνοχάς, τοῖς μὲν συμμάχοις ἔγραψε, διασαφῶν πέμπειν εἰς Πάτρας τοὺς συνεδρεύσοντας καὶ βουλευσομένους ὑπὲρ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως, αὐτὸς δ ἐκ τοῦ Λεχαίου κατέπλευσε δευτεραῖος εἰς τὰς Πάτρας.
κατὰ δὲ τὸν καιρὸν τοῦτον ἐπιστολαί τινες ἀνεπέμφθησαν πρὸς αὐτὸν ἐκ τῶν κατὰ τὴν Φωκίδα τόπων, παρὰ τοῦ Μεγαλέα διαπεμπόμεναι πρὸς τοὺς Αἰτωλούς, ἐν αἷς ἦν παράκλησίς τε τῶν Αἰτωλῶν θαρρεῖν καὶ μένειν ἐν τῷ πολέμῳ, διότι τὰ κατὰ τὸν Φίλιππον ἔξω τελέως ἐστὶ διὰ τὴν ἀχορηγησίαν:
πρὸς δὲ τούτοις κατηγορίαι τινὲς τοῦ βασιλέως καὶ λοιδορίαι φιλαπεχθεῖς ἦσαν. ἐπὶ δὲ τὸν Μεγαλέαν εἰς τὰς Θήβας Ἀλέξανδρον ἔπεμψε, προστάξας ἄγειν αὐτὸν ἐπὶ τὰς ἀρχὰς πρὸς τὴν ἐγγύην.
τοῦ δ Ἀλεξάνδρου τὸ προσταχθὲν ποιήσαντος, οὐχ ὑπέμεινε τὴν πρᾶξιν ὁ Μεγαλέας, ἀλλ αὑτῷ προσήνεγκε τὰς χεῖρας.
περὶ δὲ τὰς αὐτὰς ἡμέρας συνέβη καὶ τὸν Ἀπελλῆν μεταλλάξαι τὸν βίον, ἅμα δὲ καὶ τὸν υἱὸν καὶ τὸν ἐρώμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기