호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπιφανέντοσ δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰσ καταλύσεισ ἐγγύσ, ἀναστήσασ ὁ Δημήτριοσ τὸ στράτευμα νυκτὸσ ἐβάδιζεν ἐπ’ αὐτὸν ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶσ καὶ ἀναπηδήσασ ἐκέλευσε σημαίνειν, ἅμα τὰσ κρηπῖδασ ὑποδούμενοσ καὶ βοῶν πρὸσ τοὺσ ἑταίρουσ ὡσ θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριοσ δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενοσ ὅτι μεμήνυται, κατὰ τάχοσ ἀπῆγεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기