- 텍스트

Plutarch, Demetrius, chapter 40

(플루타르코스, Demetrius, chapter 40)

Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὡρ´μησεν ἐπ ἐκεῖνον.? ὀξέως δὲ φυγόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν. "παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν·

"τί δυσχεραίνεις· "ἢ διάμετρον ὀφείλεις τοῖς ἀποθνήσκουσιν· οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ.

καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλὰ εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινας ἀφῆκε τοὺς ἄλλους. ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ τούτῳ συνέπεσε.

τῶν δὲ Πυθίων καθηκόντων πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, ὃς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION