- 텍스트

Plutarch, Demetrius, chapter 39

(플루타르코스, Demetrius, chapter 39)

Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς.? ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐκτὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν: ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παραβαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρθέντες οἱ Βοιωτοί, καὶ Πίσιδος ἅμα τοῦ Θεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμει τότε, συμπαρορμῶντος αὐτούς, ἀπέστησαν. ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς.

ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα, καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ιἑρώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πίσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν. οὐ πολλῷ δὲ ὕστερον ἁλίσκεται Λυσίμαχος ὑπὸ Δρομιχαίτοῦ:

καὶ πρὸς τοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσαντος ἐπὶ Θρᾴκην, ὥσπερ ἔρημα καταληψομένου, πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶ Λυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο. ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δημήτριος εὑρ῀εν ἡττημένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION