호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ εἰσ Λάρισσαν ἧκον, αὖθισ ἀλλήλοισ ἐπήγγελλον ἑστιάσεισ ἀντεπιβουλεύοντεσ· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡσ μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε ̔δρᾶν μέλλοντοσ αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον’ ὃ ἐμηχανᾶτο. κληθεὶσ γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸσ τὸν Δημήτριον. ὡσ δὲ ἐκεῖνοσ ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶσ ὁ Ἀλέξανδροσ συνεξανέστη καὶ κατὰ πόδασ αὐτῷ πρὸσ τὰσ θύρασ συνηκολούθει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기