호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτο δείσαντεσ οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι. καὶ ὁ μὲν Δημήτριοσ οὐκ ἔχειν αὐτῷ τὸ σῶμα ποτικῶσ σκηψάμενοσ διὰ ταχέων ἀπῆλθε· τῇ δὲ ὑστεραίᾳ περὶ ἀναζυγὴν εἶχε, πράγματα ϝεώτερα προσπεπτωκέναι φάμενοσ αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμην ἔχειν τὸν Ἀλέξανδρον, εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδροσ, ὡσ οὐ πρὸσ ἔχθραν, ἀλλ’ ἑκουσίωσ ἐκ τῆσ χώρασ ἀπαίροντοσ αὐτοῦ, καὶ προέπεμπεν ἄχρι Θετταλίασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기