- 텍스트

Plutarch, Demetrius, chapter 32

(플루타르코스, Demetrius, chapter 32)

αἰσθόμενος δὲ τοῦτο Δημήτριος ὡρ´μησεν ἀπὸ θαλάσσης ἐπὶ Κυϊ´νδων:? καὶ τῶν χρημάτων εὑρὼν ἔτι λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάμενος καὶ φθάσας ἐμβαλέσθαι διὰ ταχέων ἀνήχθη. καὶ παρούσης ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε Σέλευκος. καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον μὲν Σέλευκος ἑστιάσας ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δημήτριον, αὖθις δὲ Δημήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάμενος.

ἦσαν δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιημερεύσεις ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονίκην ἀναλαβὼν λαμπρῶς εἰς Ἀντιόχειαν ἀνέβη. Δημήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυναῖκα πρὸς Κάσανδρον ἔπεμψε τὸν ἀδελφόν, ἀπολυσομένην τὰς Πλειστάρχου κατηγορίας.

ἐν δὲ τούτῳ Δηϊδάμεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ συγγενομένη χρόνον οὐ πολὺν ἐξ ἀρρωστίας τινὸς ἐτελεύτησε. γενομένης δὲ πρὸς Πτολεμαῖον διὰ Σελεύκου φιλίας αὐτῷ, ὡμολογήθη Πτολεμαϊ´δα τὴν Πτολεμαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα. καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου.

λαμπρὰν τῷ Πλάτωνι μαρτυρίαν διδοὺς διακελευομένῳ μὴ τὴν οὐσίαν πλείω, τὴν δὲ ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόμενον ὡς ἀληθῶς εἶναι πλούσιον, ὡς ὅ γε μὴ παύων φιλοπλουτίαν, οὗτος οὔτε πενίας οὔτε ἀπορίας ἀπήλλακται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION