호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲν νενικηκότες βασιλεῖς τὴν ὑπ Ἀντιγόνῳ καὶ Δημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμα κατακόπτοντες ἐλάμβανον μερίδας, καὶ προσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ πρότερον.? Δημήτριος δὲ μετὰ πεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς Ἔφεσον, οἰομένων ἁπάντων ἀποροῦντα χρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων, καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηϊδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας.
ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηϊδάμειαν εἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δἰ ὀργὴν αὐτοῦ, καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸς οὐδ ἀγεννής.
ἀλλὰ τὸ παρ ἐλπίδα διεψεῦσθαι τῶν Ἀθηναίων καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴν καὶ πεπλασμένην οὖσαν ὀδυνηρὸν ἦν αὐτῷ.
τὸ γὰρ φαυλότατον, ὡς ἐοίκεν, εὐνοίας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμήριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος: τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες. διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάντας οὐδὲ γραφὰς οὐδὲ ἀποθεώσεις, ἀλλὰ μᾶλλον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες ἢ πιστεύουσιν, ὡς τιμαῖς, ἢ ἀπιστοῦσιν, ὡς ἀνάγκαις:
ὡς οἵ γε δῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τιμαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκως καὶ παρ ἀκόντων λαμβάνοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기