호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆσ στρατιᾶσ ἁπάσησ δίαυλον εὐρώστωσ καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ· καὶ τέλοσ, ὡσ ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματοσ οὐ ῥᾳδίωσ ἀναφέρειν. αὐτόσ τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖσ ἀπορίαισ, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντοσ εἰσ τόπουσ ἀλιμένουσ καὶ χαλεποὺσ ἐκριφῆναι, πολλὰσ δὲ τῶν νεῶν ἀπολέσαντοσ, ἐπανῆλθεν ἄπρακτοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기