호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸ Δημητρίου περὶ Κύπρον ἐπαρθεὶς εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲν ἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ μεγάλῳ στόλῳ συμπαραπλέοντος.? ὃν δὲ τρόπον ἔμελλε κρίνεσθαι τὰ πράγματα, Μήδιος, Ἀντιγόνου φίλος, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους. ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ:
καὶ τέλος, ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν. αὐτός τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος. ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα, μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δἰ ἐυτυχίαν καὶ δἰ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος.
εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε. "δοκεῖς Λαμιαν, ὦ παῖ, καταφιλεῖν.
"ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα· πυθόμενος δὲ αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν:
εἰσελθὼν δὲ καὶ καθίσας παρ αὐτὸν ἥψατο τῆς χειρός: "καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε. ταῦτα δὲ οὕτω πρᾴως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν.
οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἱο῀ν ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος, οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기