호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότε παρεσκευας μένον, ὡς ἐοίκε, των κολακευμάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγμασιν.? ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἰάσε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δ ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας, αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기