호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπροθύμωσ δ’ ἔχοντι λέγεται πρὸσ τὸ οὖσ τὸ Εὐριπίδειον εἰπεῖν· ὅπου τὸ κέρδοσ, παρὰ φύσιν γαμητέον, ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσασ. τοιαύτη μὲν οὖν τισ ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρόσ τε Φίλαν καὶ τὰσ ἄλλασ γαμετὰσ ὥστε πολλαῖσ μὲν ἀνέδην ἑταίραισ, πολλαῖσ δὲ ἐλευθέραισ συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶσ ἀκοῦσαι τῶν τότε βασιλέων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기