호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ, συνοικήσασα δὲ Ὀφέλᾳ τῷ Κυρήνης ἄρξαντι μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν εἰς τὰς Ἀθήνας.? οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως:
ἄλλως δὲ ὁ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους, καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δἰ Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην, ὡς ἐοίκε, κομιδῆ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθ ὡρ´αν, ἀλλὰ πρεσβυτέραν, λαβεῖν: ἀπροθύμως δ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν:
ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον, ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기