- 텍스트

Plutarch, Demetrius, chapter 11

(플루타르코스, Demetrius, chapter 11)

τὸ δὲ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων᾿, ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς.? ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τὴν τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν βωμολοχίαν καὶ βδελυρίαν τῇ πρὸς τὸν δῆμον εὐχερείᾳ.

ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς: "τοιαῦτά γε ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι. τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν.

"τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε· τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION