- 텍스트

Plutarch, Demetrius, chapter 8

(플루타르코스, Demetrius, chapter 8)

ἐνδόξου δὲ τῆς φιλοτιμίας ταύτης γενομένης, ὁρμὴ παρέστη θαυμάσιος αὐτοῖς ἐλευθεροῦν τὴν Ἑλλάδα πᾶσαν ὑπὸ Κασάνδρου καὶ Πτολεμαίου καταδεδουλωμένην.? τούτου πόλεμον οὐδεὶς ἐπολέμησε τῶν βασιλέων καλλίω καὶ δικαιότερον: ἃς γὰρ ἅμα τοὺς βαρβάρους ταπεινοῦντες εὐποπίας συνήγαγον, εἰς τοὺς Ἕλληνας ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἀνήλισκον. ὡς δὲ πρῶτον ἐδόκει πλεῖν ἐπὶ τὰς Ἀθήνας, τῶν φίλων εἰπόντος τινὸς πρὸς τὸν Ἀντίγονον ὅτι δεῖ ταύτην τὴν πόλιν, ἂν ἕλωσι, κατέχειν δἰ αὑτῶν, ἐπιβάθραν τῆς Ἑλλάδος οὖσαν, οὐ προσέσχεν ὁ Ἀντίγονος, ἀλλ ἐπιβάθραν μὲν ἔφη καλὴν καὶ ἀσάλευτον εἶναι τὴν εὔνοιαν, τὰς δὲ Ἀθήνας, ὥσπερ σκοπὴν τῆς οἰκουμένης, ταχὺ τῇ δόξῃ διαπυρσεύειν εἰς ἅπαντας ἀνθρώπους τὰς πράξεις.

ἔπλει δὲ Δημήτριος ἔχων ἀργυρίου πεντακισχίλια τάλαντα καὶ στόλον νεῶν πεντήκοντα καὶ διακοσίων ἐπὶ τὰς Ἀθήνας, τὸ μὲν ἄστυ Δημητρίου τοῦ Φαληρέως Κασάνδρῳ διοικοῦντος, ἐν δὲ τῇ Μουνυχίᾳ φρουρᾶς καθεστώσης.

εὐτυχίᾳ δὲ ἅμα καὶ προνοίᾳ χρησάμενος ἐπεφαίνετο τῷ Πειραιεῖ πέμπτῃ φθίνοντος Θαργηλιῶνος, προαισθομένου μὲν οὐδενός, ἐπεὶ δὲ ὤφθη πλησίον ὁ στόλος, ἁπάντων ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων, ὀψὲ συμφρονήσαντες ἐβοήθουν οἱ στρατηγοί, καὶ θόρυβος ἦν, οἱο῀ν εἰκὸς ἐν ἀπροσδοκήτῳ πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λιμένων ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς.

γενομένου δὲ τούτου κήρυκα παραστησάμενος ἀνεῖπεν ὅτι πέμψειεν αὐτὸν ὁ πατὴρ ἀγαθῇ τύχῃ τοὺς Ἀθηναίους ἐλευθερώσοντα καὶ τὴν φρουρὰν ἐκβαλοῦντα καὶ τοὺς νόμους αὐτοῖς καὶ τὴν πάτριον ἀποδώσοντα πολιτείαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION