호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀπέβαλε δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλωσ σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖοσ ἀπέπεμψε μετὰ τῶν φίλων, εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡσ οὐ περὶ πάντων ἅμα, περὶ δόξησ δὲ καὶ ἀρχῆσ πολεμητέον ἐστὶν αὐτοῖσ. Δημήτριοσ δὲ δεξάμενοσ εὔξατο τοῖσ θεοῖσ μὴ πολὺν χρόνον ὀφειλέτην γενέσθαι Πτολεμαίῳ χάριτοσ, ἀλλὰ ταχέωσ ἀμείψασθαι διὰ τῶν ὁμοίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기