호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δέ, ὥσπερ ἐν τοῖσ Ἐμπεδοκλέουσ στοιχείοισ διὰ τὸ νεῖκοσ καὶ τὴν φιλίαν ἔνεστι διαφορὰ πρὸσ ἄλληλα καὶ πόλεμοσ, μᾶλλον δὲ τοῖσ ἀλλήλων ἁπτομένοισ καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖσ Ἀλεξάνδρου διαδόχοισ πρὸσ ἀλλήλουσ ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸσ ἐνίουσ ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸσ Πτολεμαῖον, αὐτὸσ μὲν Ἀντίγονοσ ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δ’ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰσ πόλεισ ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείασ τότε πρῶτον αὐτοτελῶσ ἐπὶ πράγμασι μεγάλοισ ἁπτόμενον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기