- 텍스트

Plutarch, Demetrius, chapter 4

(플루타르코스, Demetrius, chapter 4)

τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν.? Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθ ἡλικίαν συνήθης, ἐθεράπευε δὲ Ἀντίγονον, οὔτε ὢν οὔτε δοκῶν πονηρός, ἐκ δὲ ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν:

ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δ ὕστερον ἐπανελθὼν ἰδεῖν οὐδὲν ἀλλ ἢ τετμημένην καλάμην. λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται, τὸ χρυσοῦν θέρος ἐξαμησάμενος. ἐκ τούτου διαταραχθεὶς καὶ τὸν υἱὸν ὁρκώσας σιωπήσειν, ἔφρασε τὴν ὄψιν αὐτῷ, καὶ ὅτι πάντως τὸν ἄνθρωπον ἐκποδὼν ποιεῖσθαι καὶ διαφθείρειν ἔγνωκεν.

"φεῦγε, Μιθριδάτα. συνεὶς δὲ ἐκεῖνος ἀπέδρα νυκτὸς εἰς Καππαδοκίαν.

καὶ ταχὺ τὴν Ἀντιγόνῳ γενομένην ὄψιν ὕπαρ αὐτῷ συνετέλει τὸ χρεών. πολλῆς γὰρ καὶ ἀγαθῆς ἐκράτησε χώρας, καὶ τὸ τῶν Ποντικῶν βασιλέων γένος ὀγδόῃ που διαδοχῇ παυσάμενον ὑπὸ Ῥωμαίων ἐκεῖνος παρέσχε. ταῦτα μὲν οὖν εὐφυϊάς δείγματα τοῦ Δημητρίου πρὸς ἐπιείκειαν καὶ δικαιοσύνην.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION