- 텍스트

Plutarch, Demetrius, chapter 1

(플루타르코스, Demetrius, chapter 1)

οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι.? τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι: τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν. ἡ μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλ ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν.

αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἱρ´εσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφ αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι: καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν, αἵ τε πασῶν τελειόταται τεχνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλ ἀβελτερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς ὀρθῶς βιωσομένους.

οἱ μὲν οὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖς νέοις οἱό῀ν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες:

ὁ δ Ἀντιγενίδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν ἐὰν καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτω μοι δοκοῦμεν καὶ ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν.

Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι.

γενόμενοι δ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον. οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION