호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δέ τις Λουκίλλιος, ἀνὴρ ἀγαθὸς, ἐν τοῖς ἑταίροις, οὗτος ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐν τῇ διώξει τῶν μὲν ἄλλων οὐδένα ποιουμένους λόγον, ἐλαύνοντας δὲ ῥύδην ἐπὶ τὸν Βροῦτον, ἔγνω παρακινδυνεύσας ἐμποδὼν αὐτοῖς γενέσθαι.? καὶ μικρὸν ὑπολειφθεὶς αὐτός ἔφη Βροῦτος εἶναι: καὶ πιθανὸς ἦν πρὸς Ἀντώνιον δεόμενος ἄγειν ἑαυτόν, ὡς Καίσαρα δεδοικώς, ἐκείνῳ δὲ θαρρῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기