호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν ὁ Βροῦτοσ ὑπήκοα πεποιημένοσ. εἰ δέ τισ ἢ πόλισ ἢ δυνάστησ παρεῖτο, τότε πάντασ προσαγόμενοι μέχρι τῆσ κατὰ Θάσον θαλάσσησ προῆλθον. ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖσ Στενοῖσ λεγομένοισ καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντεσ αὐτοὺσ ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία, μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαροσ, εἰ μὴ προσεβοήθησεν Ἀντώνιοσ ὀξύτητι θαυμαστῇ χρησάμενοσ, ὥστ’ ἀπιστεῖν τοὺσ περὶ Βροῦτον. ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραισ δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιοσ.
τὰ δ’ ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπουσ Φιλίππουσ καλοῦσι·
καὶ μέγισται τότε Ῥωμαίων δυνάμεισ ἀλλήλαισ συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρ’ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ’ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα, χρυσὸσ γὰρ ἦν αὐτοῖσ τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυροσ ἀφειδῶσ καταχορηγηθείσ, καίπερ εἰσ τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺσ ἡγεμόνασ ἐθίζοντοσ. τὸν δ’ ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματοσ παρέχειν τοῖσ φιλοτιμοτέροισ, τοὺσ δὲ φιλοκερδεῖσ καὶ μαχιμωτέρουσ ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기