호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τῷ μὲν καθ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος:? καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις: τὸ δ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ ἔφυγε πρῶτον, οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기