호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον:? ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα: καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기