- 텍스트

Plutarch, Brutus, chapter 44

(플루타르코스, Brutus, chapter 44)

Βροῦτος δὲ τὴν μὲν ἧτταν ἐγνωκὼς τοῦ Κασσίου προσήλαυνε, τὸν δὲ θάνατον ἐγγὺς ἤδη τοῦ χάρακος ἤκουσε.? καὶ τὸ μὲν σῶμα περικλαύσας, καὶ προσαγορεύσας ἔσχατον ἄνδρα Ῥωμαίων τὸν Κάσσιον, ὡς οὐκέτι τῇ πόλει τηλικούτου φρονήματος ἐγγενέσθαι δυναμένου, περιέστειλε καὶ ἀπέπεμψεν εἰς Θάσον, ὡς μὴ σύγχυσιν αὐτόθι παράσχοι κηδευόμενον. αὐτὸς δὲ τοὺς στρατιώτας συναγαγὼν παρεμυθήσατο:

καὶ πάντων ὁρῶν ἀπεστερημένους τῶν ἀναγκαίων ὑπέσχετο κατ ἄνδρα δισχιλίας δραχμὰς ἀντὶ τῶν ἀπολωλότων. οἱ δὲ πρός τε τοὺς λόγους ἀνεθάρρησαν αὐτοῦ καὶ τῆς δωρεᾶς ἐθαύμασαν τὸ μέγεθος: καὶ μετὰ βοῆς προὔπεμψαν ἀπιόντα, μεγαλύνοντες ὡς μόνον ἀήττητον ἐν τῇ μάχῃ τῶν τεσσάρων αὐτοκρατόρων γεγενημένον. ἐμαρτύρει δὲ τὸ ἔργον ὅτι τῇ μάχῃ περιέσεσθαι καλῶς ἐπίστευεν:

ὀλίγοις γὰρ τάγμασιν ἅπαντας ἐτρέψατο τοὺς ἀντιστάντας. εἰ δὲ πᾶσιν ἐχρήσατο πρός τὴν μάχην καὶ μὴ παρελθόντες οἱ πλεῖστοι τοὺς πολεμίους ἐπὶ τὰ τῶν πολεμίων ὡρ´μησαν, οὐδὲν ἂν ἐδόκει μέρος αὐτῶν ἀπολιπεῖν ἀήττητον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION