호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"μαρτύρομαί σε, Μεσσάλα, ταὐτὰ Πομπηϊῴ Μάγνῳ πάσχειν, ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον.? "ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν εἰς τὴν Τύχην ἀφορῶντες, κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον. ταῦτα εἰπόντα φησὶν ό Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπ αὐτοῦ γενέθλιον οὖσαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기