호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ δ ὑστεραίᾳ Βροῦτος ἄνδρα Ῥωμαῖον ἐστρατηγηκότα καὶ πεπιστευμένον ὑπ αὐτοῦ, Λεύκιον Πέλλαν, Σαρδιανῶν κατηγορούντων ἐπὶ κλοπαῖς δημοσίᾳ καταγνοὺς ἠτίμωσε:? καὶ τὸ πρᾶγμα Κάσσιον οὐ μετρίως ἐλύπησεν. αὐτὸς γὰρ ὀλίγαις ἡμέραις ἔμπροσθεν ἐπὶ τοῖς αὐτοῖς ἐλεγχθέντας ἀδικήμασι δύο φίλους ἰδίᾳ νουθετήσας φανερῶς ἀφῆκε καὶ διετέλει χρώμενος, ὅθεν ᾐτιᾶτο τὸν Βροῦτον ὡς ἄγαν ὄντα νόμιμον καὶ δίκαιον ἐν καιρῷ πολιτείας δεομένῳ καὶ φιλανθρωπίας. ὁ δὲ τῶν εἰδῶν τῶν Μαρτίων ἐκέλευεν αὐτὸν μνημονεύειν ἐκείνων, ἐν αἷς Καίσαρα ἔκτειναν, οὐκ αὐτὸν ἄγοντα καὶ φέροντα πάντας ἀνθρώπους, ἀλλ ἑτέρων δύναμιν ὄντα ταῦτα πρασσόντων:
ὡς, εἴ τις ἔστι πρόφασις καλὴ μεθ ἧς ἀμελεῖται τὸ δίκαιον, ἄμεινον ἦν τοὺς Καίσαρος φίλους ὑπομένειν ἢ τοὺς ἑαυτῶν περιορᾶν ἀδικοῦντας.
"ἐκείνοις μὲν γὰρ ἀνανδρίας, ἀδικίας δὲ δόξα μετὰ κινδύνων ἡμῖν καὶ πόνων πρόσεστι. τοιαύτη μὲν ἡ τοῦ Βρούτου προαίρεσις ἦν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기