호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Βροῦτος δὲ τῆς Κικέρωνος τελευτῆς τῇ αἰτίᾳ φησὶν αἰσχύνεσθαι μᾶλλον ἢ τῷ πάθει συναλγεῖν, ἐγκαλεῖν δὲ τοῖς ἐπὶ Ῥώμης φίλοις:? δουλεύειν γὰρ αὑτῶν αἰτίᾳ μᾶλλον ἢ τῶν τυραννούντων, καὶ καρτερεῖν ὁρῶντας καὶ παρόντας ἃ μηδ ἀκούειν αὐτοῖς ἀνεκτὸν ἦν. περαιώσας δὲ τὸν στρατὸν εἰς Ἀσίαν ἤδη λαμπρὸν ὄντα, ναυτικὸν μὲν ἐξηρτύετο στόλον ἐν Βιθυνίᾳ καὶ περὶ Κύζικον, πεζῇ δ αὐτὸς ἐπιὼν καθίστατο τὰς πόλεις καὶ τοῖς δυνάσταις ἐχρημάτιζε, καὶ πρὸς Κάσσιον ἔπεμπεν εἰς Συρίαν ἀπ Αἰγύπτου μετακαλῶν οὐ γὰρ ἀρχὴν κτωμένους αὐτοῦς, ἀλλ ἐλευθεροῦντας τὴν πατρίδα τὴν δύναμιν, ᾗ καταλύσουσι τοὺς τυράννους, συνάγοντας πλανᾶσθαι:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기