호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γάϊος δ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας.? ἐπεὶ δ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε. καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθ ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας: ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기