- 텍스트

Plutarch, Brutus, chapter 22

(플루타르코스, Brutus, chapter 22)

ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων ἑτέρα γίνεται μεταβολή τοῦ νέου Καίσαρος ἐπελθόντος.? οὗτος ἦν μὲν ἐξ ἀδελφιδῆς Καίσαρος, γράμματι δὲ παῖς ὑπ αὐτοῦ καὶ κληρονόμος ἀπολελειμμένος. ἐν δ Ἀπολλωνίᾳ διέτριβεν ὅτε Καῖσαρ ἀνῃρέθη, σχολάζων περὶ λόγους κἀκεῖνον ἐπὶ Πάρθους ἐλαύνειν εὐθὺς ἐγνωκότα προσμένων.

ἅμα δὲ τῷ πυθέσθαι τὸ πάθος ἦλθεν εἰς Ῥώμην: καὶ δημαγωγίας ἀρχὴν τοὔνομα Καίσαρος θέμενος ἑαυτῷ καὶ διανέμων τὸ καταλειφθὲν ἀργύριον τοῖς πολίταις Ἀντώνιόν τε κατεστασίαζε καὶ χρήματα διαδιδοὺς συνίστη καὶ συνῆγε πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένω. ἐπεὶ δὲ Κικέρων τῷ πρὸς Ἀντώνιον μίσει τὰ Καίσαρος ἔπραττε, τούτῳ μὲν ὁ Βροῦτος ἐπέπληττεν ἰσχυρῶς, γράφων ὡς οὐ δεσπότην βαρύνοιτο Κικέρων, ἀλλὰ μισοῦντα δεσπότην φοβοῖτο, καὶ πολιτεύοιτο δουλείας αἱρ´εσιν φιλανθρώπου γράφων καὶ λέγων ὡς χρηστός ἐστι Καῖσαρ.

"ἡμῶν οὐδὲ πρᾴους δεσπότας ὑπέμενον. αὐτῷ δ εἰς τοῦτο καιροῦ μήτε πολεμεῖν βεβαίως δεδόχθαι μήτε ἡσυχάζειν, ἀλλ ἓν μόνον εἶναι βεβουλευμένον, τὸ μὴ δουλεύειν θαυμάζειν δὲ Κικέρωνος, εἰ πόλεμον μὲν ἐμφύλιον καὶ κινδυνώδη δέδοικεν, αἰσχρὰν δὲ καὶ ἄδοξον εἰρήνην οὐ φοβεῖται, τοῦ δ Ἀντώνιον ἐκβαλεῖν τῆς τυραννίδος μισθὸν αἰτεῖ τὸ Καίσαρα καταστῆσαι τύραννον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION