- 텍스트

Plutarch, Brutus, chapter 21

(플루타르코스, Brutus, chapter 21)

τοῦτο τὸ πάθος μάλιστα μετά γε τὴν Ἀντωνίου μεταβολὴν δείσαντες οἱ περὶ Βροῦτον ἀνεχώρησαν ἐκ τῆς πόλεως:? καὶ διέτριβον ἐν Ἀντίῳ τὸ πρῶτον ὡς, ὅταν παρακμάσῃ καὶ μαρανθῇ τὸ τῆς ὀργῆς, αὖθις εἰς Ῥώμην κατιόντες. ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.

αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλ ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς. θηρία τε γὰρ πάμπολλα συνεωνημένος ἐκέλευσε μηδὲν ἀποδόσθαι μηδ ὑπολιπεῖν, ἀλλὰ πᾶσι καταχρήσασθαι, καὶ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν αὐτὸς εἰς Νέαν πόλιν καταβὰς ἐνέτυχε πλείστοις:

περὶ δὲ Κανουτίου τινὸς εὐημεροῦντος ἐν τοῖς θεάτροις ἔγραφε πρὸς τοὺς φίλους ὅπως πείσαντες αὐτὸν εἰσαγάγωσιν Ἑλλήνων γὰρ οὐδένα βιασθῆναι προσήκειν. ἔγραφε δὲ καὶ Κικέρωνι, πάντως παρατυχεῖν ταῖς θέαις δεόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION