호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη δὲ Καῖσαρ ἀπηγγέλλετο προσιών ἐν φορείῳ κομιζόμενος.? ἐγνώκει γὰρ ἐπὶ τοῖς ἱεροῖς ἀθυμῶν μηδὲν ἐπικυροῦν τότε τῶν μειζόνων, ἀλλ ὑπερβάλλεσθαι σκηψάμενος ἀσθένειαν. ἐκβάντι δ αὐτῷ τοῦ φορείου προσρυεὶς Ποπίλιος Λαίνας, ἐκεῖνος ὁ μικρῷ πρόσθεν εὐξάμενος τοῖς περὶ Βροῦτον ἐπιτυγχάνειν καί κατορθοῦν, διελέγετο πλείω χρόνον ἐφισταμένῳ καί προσέχοντι τὸν νοῦν. οἱ δὲ συνωμόται ῾λεγέσθω γὰρ οὕτως τῆς μὲν φωνῆς οὐκ ἐπαϊόντες αὐτοῦ, τεκμαιρόμενοι δ ἀφ ὧν ὑπενόουν μήνυσιν εἶναι τῆς ἐπιβουλῆς τὴν κοινολογίαν, ἀνέπεσόν τε ταῖς γνώμαις, καί πρὸς ἀλλήλους ἔβλεψαν ἀνθομολογούμενοι διὰ τῶν προσώπων ὡς χρὴ μὴ περιμένειν σύλληψιν, ἀλλ εὐθὺς ἀποθνῄσκειν δι αὑτῶν.
Κασσίου δ ἤδη καί τινων ἄλλων τὰς χεῖρας ἐπιβεβληκότων ταῖς λαβαῖς ὑπὸ τὰ ἱμάτια καί σπωμένων τὰ ἐγχειρίδια, Βροῦτος ἐγκατιδὼν τῷ τοῦ Λαίνα σχήματι δεομένου σπουδὴν καί οὐχὶ κατηγοροῦντος, ἐφθέγξατο μὲν οὐδὲν διὰ τὸ πολλοὺς ἀλλοτρίους ἀναμεμῖχθαι, φαιδρῷ δὲ τῷ προσώπῳ τοὺς περὶ Κάσσιον ἐθάρρυνε.
καί μετὰ μικρὸν ὁ Λαίνας τὴν δεξιὰν τοῦ Καίσαρος καταφιλήσας ἀπέστη, φανερὸς γενόμενος ὡς ὑπὲρ ἑαυτοῦ καί τῶν αὑτῷ τινος διαφερόντων ἐποιεῖτο τὴν ἔντευξιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기