호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι πολλὰ θορυβώδη κατὰ τύχην αὐτοῖς προσέπεσε:? πρῶτον μὲν καὶ μάλιστα τὸ βραδύνειν τὸν Καίσαρα τῆς ἡμέρας προηκούσης καὶ δυσιεροῦντα κατέχεσθαι μὲν ὑπὸ τῆς γυναικὸς οἴκοι, κωλύεσθαι δὲ προελθεῖν ὑπὸ τῶν μάντεων. "ἀπεκρύψω τὸ ἀπόρρητον, ὦ Κάσκα, πρὸς ἡμᾶς, Βροῦτος δέ μοι πάντα μεμήνυκεν.
"ταχέως οὕτως, ὦ μακάριε, πεπλούτηκας ὥστ εἰς ἀγορανομίαν ἀποδύεσθαι· "ὑμῖν ἐκτελεῖν ἃ κατὰ νοῦν ἔχετε καὶ παρακελεύομαι μὴ βραδύνειν:
"οὐ γὰρ σιωπᾶται τὸ πρᾶγμα. καὶ ταῦτ εἰπὼν ἀπέστη πολλὴν ὑποψίαν ἐμβαλὼν τοῦ πεπύσθαι τὴν πρᾶξιν. ἐν τούτῳ δέ τις οἴκοθεν ἔθει πρὸς τὸν Βροῦτον ἀγγέλλων αὐτῷ τὴν γυναῖκα θνῄσκειν. ἡ γὰρ Πορκία πρὸς τὸ μέλλον ἐκπαθὴς οὖσα καὶ τὸ μέγεθος μὴ φέρουσα τῆς φροντίδος ἑαυτήν τε μόλις οἴκοι κατεῖχε, καὶ πρὸς πάντα θόρυβον καὶ βοήν, ὥσπερ αἱ κατάσχετοι τοῖς βακχικοῖς πάθεσιν, ἐξᾴττουσα τῶν μὲν εἰσιόντων ἀπ ἀγορᾶς ἕκαστον ἀνέκρινεν ὅ τι πράττοι Βροῦτος, ἑτέρους δὲ συνεχῶς ἐξέπεμπε.
τέλος δὲ τοῦ χρόνου μῆκος λαμβάνοντος οὐκέτ ἀντεῖχεν ἡ τοῦ σώματος δύναμις, ἀλλ ἐξελύθη καὶ κατεμαραίνετο τῆς ψυχῆς ἀλυούσης διὰ τὴν ἀπορίαν καὶ παρελθεῖν μὲν εἰς τὸ δωμάτιον οὐκ ἔφθη, περιϊ´στατο δ αὐτὴν, ὥσπερ ἐτύγχανεν, ἐν μέσῳ καθεζομένην λιποθυμία καὶ θάμβος ἀμήχανον, ἥ τε χρόα μεταβολὴν ἐλάμβανε καὶ τὴν φωνὴν ἐπέσχητο παντάπασιν.
αἱ δὲ θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς, οὐ μὴν ἀλλ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기