호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηϊού καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι τὰ Καίσαρος:? ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηϊού νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος ἐκείνῳ προσέθετο. καίτοι πρότερον ἀπαντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δ ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν.
ὡς δ ἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων:
ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων. ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων, τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες, ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기