호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δ’ Ἔμπυλοσ οὗ καὶ αὐτὸσ ἐν ταῖσ ἐπιστολαῖσ καὶ οἱ φίλοι μέμνηνται πολλάκισ ὡσ συμβιοῦντοσ αὐτῷ, ῥήτωρ ἦν καὶ καταλέλοιπε μικρὸν μὲν, οὐ φαῦλον δὲ σύγγραμμα περὶ τῆσ Καίσαροσ ἀναιρέσεωσ, ὃ Βροῦτοσ ἐπιγέγραπται. Ῥωμαϊστὶ μὲν οὖν ἤσκητο πρὸσ τὰσ διεξόδουσ καὶ τοὺσ ἀγῶνασ ἱκανῶσ ὁ Βροῦτοσ, Ἑλληνιστὶ δὲ τὴν ἀποφθεγματικὴν καὶ Λακωνικὴν ἐπιτηδεύων βραχυλογίαν ἐν ταῖσ ἐπιστολαῖσ ἐνιαχοῦ παράσημόσ ἐστιν, οἱο͂ν ἤδη καθεστηκὼσ εἰσ τὸν πόλεμον γράφει Περγαμηνοῖσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기