호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ γὰρ ὁ μὲν πρεσβύτερος Ἄρατος οὕτω βιῶσαι καὶ τοιοῦτος γενέσθαι τὴν φύσιν ἱστορεῖται:? τὸν δὲ υἱὸν αὐτοῦ μιαρὸς ὢν φύσει καὶ μετ ὠμότητος ὑβριστὴς ὁ Φίλιππος οὐ θανασίμοις, ἀλλὰ μανικοῖς ἐξέστησε τοῦ λογισμοῦ φαρμάκοις: καὶ παρέτρεψεν εἰς δεινὰς καὶ ἀλλοκότους ἐπιφοράς, πράξεων ἀτόπων καὶ σὺν αἰσχύνῃ παθῶν ὀλεθρίων ὀρεγόμενον, ὥστε τὸν θάνατον αὐτῷ, καίπερ ὄντι νέῳ καὶ ἀνθοῦντι, μὴ συμφοράν, ἀλλ ἀπόλυσιν κακῶν καὶ σωτηρίαν γενέσθαι, δίκας γε μὴν ὁ Φίλιππος οὐ μεμπτὰς Διὶ ξενίῳ καὶ φιλίῳ τῆς ἀνοσιουργίας ταύτης τίνων διετέλεσε, καταπολεμηθεὶς μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐπέτρεψεν ἐκείνοις τὰ καθ αὑτόν, ἐκπεσὼν δὲ τῆς ἄλλης ἀρχῆς καὶ τὰς ναῦς· πλὴν πέντε πάσας προέμενος καὶ χίλια προσεκτίσειν ὁμολογήσας τάλαντα καὶ τὸν υἱὸν ὁμηρεύσοντα παραδούς δι οἶκτον ἔτυχε Μακεδονίας καὶ τῶν συντελούντων.
ἀποκτείνων δὲ ἀεὶ τοὺς ἀρίστους καὶ συγγενεστάτους φρίκης ἐνέπλησε καὶ μίσους ὅλην τὴν βασιλείαν πρὸς αὑτόν, ἔν δὲ μόνον ἐν τοσούτοις κακοῖς εὐτύχημα κτησάμενος, υἱὸν ἀρετῇ διαφέροντα, τοῦτον φθόνῳ καὶ ζηλοτυπίᾳ τῆς παρὰ Ῥωμαίοις τιμῆς ἀνεῖλε, Περσεῖ δὲ θατέρῳ τὴν ἀρχὴν παρέδωκεν, ὅν οὐ γνήσιον, ἀλλ ὑπόβλητον εἶναί φασιν, ἐκ Γναθαινίου τινὸς ἀκεστρίας γενόμενον. τοῦτον Αἰμίλιος ἐθριάμβευσε καὶ κατέστρεψεν ἐνταῦθα τῆς Ἀντιγονικῆς βασιλείας ἡ διαδοχή, τὸ δὲ Ἀράτου γένος ἐν τῇ Σικυῶνι καὶ τῇ Πελλήνῃ διέμεινε καθ ἡμᾶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기