- 텍스트

Plutarch, Aratus, chapter 45

(플루타르코스, Aratus, chapter 45)

τρέφειν τε καὶ μισθοδοτεῖν ἠναγκάζοντο τοὺς Μακεδόνας, θυσίας δὲ καὶ πομπὰς καὶ ἀγῶνας Ἀντιγόνῳ συνετέλουν, ἀρξαμένων τῶν Ἀράτου πολιτῶν καὶ δεξαμένων τῇ πόλει τὸν Ἀντίγονον ὑπ Ἀράτου ξενιζόμενον, ᾐτιῶντο πάντων ἐκεῖνον, ἀγνοοῦντες ὅτι τὰς ἡνίας ἐκείνῳ παραδεδωκὼς καὶ τῇ ῥύμῃ τῆς βασιλικῆς ἐφελκόμενος ἐξουσίας οὐδενὸς ἦν ἢ μόνης φωνῆς ἔτι κύριος, ἐπισφαλῆ τὴν παρρησίαν ἐχούσης.? ἐπεὶ φανερῶς γε πολλὰ τῶν πραττομένων ἐλύπει τὸν Ἄρατον, ὥσπερ τὸ περὶ τῶν εἰκόνων ὁ γὰρ Ἀντίγονος τὰς μὲν τῶν ἐν Ἄργει τυράννων καταβεβλημένας ἀνέστησε, τὰς δὲ τῶν ἑλόντων τὸν Ἀκροκόρινθον ἑστώσας ἀνέτρεψε πλὴν μιᾶς τῆς ἐκείνου:

καὶ πολλὰ περὶ τούτων δεηθεὶς ὁ Ἄρατος οὐκ ἔπεισεν. ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι τοῖς Ἀχαιοῖς.

κρατήσαντες γὰρ αὐτῶν δι Ἀντιγόνου τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους ἀπέκτειναν, τῶν δ ἄλλων τοὺς μὲν ἀπέδοντο, τοὺς δ εἰς Μακεδονίαν ἀπέστειλαν ἐν πέδαις δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο μοίρας ἔνειμαν τοῖς Μακεδόσι. καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι δι ὀργήν, ἀλλ ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ σκληρόν, κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων.

τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτ εἰς καλὴν οὔτ εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν. τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρ Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλ Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται, καὶ δοκεῖ δι ἐκεῖνον ἡ μὲν ἐρατεινὴ Μαντίνεια παντάπασιν ἐξαληλίφθαι, διαμένει δὲ ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION