- 텍스트

Plutarch, Aratus, chapter 1

(플루타르코스, Aratus, chapter 1)

παροιμίαν τινὰ παλαιὰν, ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος, οὐχ ὃν ἔχει τρόπον, ἀλλ ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι, διατίθεται, τίς πατέρ αἰνήσει, εὶ μὴ εὐδαίμονες υἱοί·? Διονυσόδωρος δὲ ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν τίς πατέρ αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί · καί φησι τοὺς ἀφ αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρεταῖς καί πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις ὑπὸ τῆς παροιμίας ἐπιστομίζεσθαι:

ἀλλ ᾧ γε φύσει τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων, κατὰ Πίνδαρον, ὥσπερ σοί πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἰή τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους ἀρίστων, ἀκούοντας περὶ αὑτῶν ἀεί τι καί λέγοντας, οὐ γὰρ ἰδίων πλυταρξης λιες ἀπορίᾳ καλῶν ἐξαρτῶσιν ἀλλοτρίων ἐπαίνων τὴν δόξαν, ἀλλὰ τοῖς ἐκείνων τὰ οἰκεῖα συνάπτοντες, ὡς καί τοῦ γένους καί τοῦ βίου καθηγεμόνας εὐφημοῦσι. ἀλλ ὅπως οἱ παῖδές σου Πολυκράτης καί Πυθοκλῆς οἰκείοις παραδείγμασιν ἐντρέφωνται, τὰ μὲν ἀκούοντες, τὰ δὲ ἀναγινώσκοντες, ἅπερ αὐτοὺς μιμεῖσθαι προσήκει, φιλαύτου γὰρ ἀνδρός, οὐ φιλοκάλου, παντὸς ἀεὶ βέλτιστον ἡγεῖσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION