- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 49

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 49)

μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος.? ἐφ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως: ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων. ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας.

ἀργύριόν τι τακτὸν κατ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια.

Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν:

ὁ δ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται: ὅπερ καὶ συνέβη.

γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ. τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε:

τῇ δ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION