- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 29

(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 5, chapter 29)

καὶ ὁ Μούκιος οὔτε μεταβολῇ χρώματος οὔτε συννοίᾳ προσώπου τὸν ὀρρωδοῦντα διασημήνας οὔτ ἄλλο παθὼν οὐδέν, ὧν φιλοῦσι πάσχειν οἱ μέλλοντες ἀποθνήσκειν, λέγει πρὸς αὐτόν:? ἐγὼ Ῥωμαῖος μέν εἰμι, καὶ οὐ τῶν ἐπιτυχόντων ἕνεκα γένους, ἐλευθερῶσαι δὲ τὴν πατρίδα τοῦ πολέμου βουληθεὶς ἦλθον ἐπὶ τὸ στρατόπεδον ὑμῶν ὡς τῶν αὐτομόλων τις, ἀποκτεῖναί σε βουλόμενος: οὐκ ἀγνοῶν μέν, ὅτι καὶ κατορθώσαντι καὶ διαμαρτόντι τῆς ἐλπίδος ἀποθανεῖν ὑπάρχει μοι, χαρίσασθαι δὲ τῇ γειναμένῃ τὴν ἐμαυτοῦ ψυχὴν προαιρούμενος καὶ ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον δόξαν καταλιπεῖν: ψευσθεὶς δὲ τῆς ἐλπίδος ἀντὶ σοῦ τὸν γραμματέα, ὃν οὐθὲν ἐδεόμην, ἀνῄρηκα τῇ τε πορφύρᾳ καὶ τῷ δίφρῳ καὶ τοῖς ἄλλοις τῆς ἐξουσίας συμβόλοις πλανηθείς.

τὸν μὲν οὖν θάνατον, ὃν αὐτὸς ἐμαυτοῦ κατεψηφισάμην, ὅτ ἐπὶ τὴν πρᾶξιν ἔμελλον ὁρμᾶν, οὐ παραιτοῦμαι:

βασάνους δὲ καὶ τὰς ἄλλας ὕβρεις εἴ μοι παρείης, πίστεις δοὺς ἐπὶ θεῶν ὑπισχνοῦμαί σοι μέγα πρᾶγμα δηλώσειν καὶ πρὸς τὴν σωτηρίαν ἀνῆκόν σοι. ὁ μὲν δὴ ταῦτ ἔλεγε καταστρατηγῆσαι τὸν ἄνδρα διανοούμενος:

ὁ δ ἔξω τοῦ φρονεῖν γεγονὼς καὶ ἅμα κινδύνους ἐκ πολλῶν μαντευόμενος ἀνθρώπων οὐκ ἀληθεῖς δίδωσιν αὐτῷ δι ὁρ´κων τὸ πιστόν. μετὰ δὲ τοῦθ ὁ Μούκιος καινότατον ἐνθυμηθεὶς ἀπάτης τρόπον, ὃς ἐν ἀφανεῖ τὸν ἔλεγχον εἶχε, λέγει πρὸς αὐτόν: ὦ βασιλεῦ, Ῥωμαίων ἄνδρες τριακόσιοι τὴν αὐτὴν ἔχοντες ἡλικίαν ἐκ τοῦ γένους τοῦ τῶν πατρικίων ἅπαντες ἐβουλευσάμεθα συνελθόντες ἀποκτεῖναί σε καὶ τὸ πιστὸν ὁρ´κοις παρ ἀλλήλων ἐλάβομεν.

ἔδοξε δ ἡμῖν βουλευομένοις ὅστις ὁ τῆς ἐπιβουλῆς ἦν τρόπος, μήθ ἅπαντας ἅμα χωρεῖν ἐπὶ τὸ ἔργον, ἀλλὰ καθ ἕνα, μήτε φράζειν ἕτερον ἑτέρῳ πότε καὶ πῶς καὶ ποῦ καὶ τίσιν ἀφορμαῖς χρησάμενος ἐπιθήσεταί σοι, ἵνα ῥᾷον ἡμῖν ὑπάρχῃ τὸ λαθεῖν.

ταῦτα διανοηθέντες ἐκληρωσάμεθα, καὶ πρῶτος ἄρξαι τῆς πείρας ἔλαχον ἐγώ. ἐπιθυμίᾳ δόξης, ὧν ὡς εἰκάσαι τις ἀμείνονι τύχῃ χρήσεται τῆς ἐμῆς, σκόπει, τίς ἔσται σοι πρὸς ἅπαντας ἀρκοῦσα φυλακή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION