호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἃ δὲ μέλλω νῦν λέγειν ἐπιμελῆ τε αὐτὴν ἀπέδωκε τῶν ἀναγκαίων καὶ τῶν ἀγαθῶν ἐργάτιν.? τὴν χώραν ἅπασαν εἰς τοὺς καλουμένους πάγους καὶ κατέστησεν ἐφ ἑκάστου τῶν πάγων ἄρχοντα ἐπίσκοπόν τε καὶ περίπολον τῆς ἰδίας μοίρας.
οὗτοι γὰρ περιιόντες θαμινὰ τοὺς εὖ τε καὶ κακῶς εἰργασμένους τῶν ἀγρῶν ἀπεγράφοντο καὶ πρὸς τὸν βασιλέα ἀπέφαινον, ὁ δὲ τοὺς μὲν ἐπιμελεῖς γεωργοὺς ἐπαίνοις τε καὶ φιλανθρωπίαις ἀνελάμβανε, τοὺς δὲ ἀργοὺς ὀνειδίζων τε καὶ ζημιῶν ἐπὶ τὸ θεραπεύειν ἄμεινον τὴν γῆν προὐτρέπετο.
τοιγάρτοι πολέμων τε ἀπηλλαγμένοι καὶ τῶν κατὰ πόλιν πραγμάτων σχολὴν πολλὴν ἄγοντες ἀργίας τε καὶ βλακείας σὺν αἰσχύνῃ τίνοντες δίκας αὐτουργοὶ πάντες ἐγίνοντο καὶ τὸν ἐκ γῆς πλοῦτον ἁπάντων ὄντα δικαιότατον τῆς στρατιωτικῆς καὶ οὐκ ἐχούσης τὸ βέβαιον εὐπορίας γλυκύτερον ἐτίθεντο. τῷ δὲ Νόμᾳ περιῆν ἐκ τούτων φιλεῖσθαι μὲν ὑπὸ τῶν ἀρχομένων, ζηλοῦσθαι δ ὑπὸ τῶν περιοίκων, μνημονεύεσθαι δ ὑπὸ τῶν ἐπιγινομένων:
δι ὧν οὔτε στάσις ἐμφύλιος τὴν πολιτικὴν ἔλυσεν ὁμόνοιαν, οὔτε πόλεμος ἀλλοεθνὴς ἐκ τῶν κρατίστων καὶ θαυμασιωτάτων τὴν πόλιν ἐπιτηδευμάτων ἐκίνησε.
τοσοῦτον γὰρ ἀπέσχον οἱ περίοικοι τὴν ἀπόλεμον ἡσυχίαν Ῥωμαίων ἀφορμὴν τῆς κατ αὐτῶν ἐπιθέσεως ὑπολαβεῖν, ὥστε καὶ εἴ τις αὐτοῖς πρὸς ἀλλήλους συνέστη πόλεμος διαλλακτῆρας ἐποιοῦντο Ῥωμαίους καὶ ἐπὶ διαιτητῇ Νόμᾳ τὰς ἔχθρας διαλύειν ἠξίουν. τοῦτον οὖν οὐκ ἂν αἰσχυνθείην ἐγὼ τὸν ἄνδρα τῶν ἐπ εὐδαιμονίᾳ διαβοηθέντων ἐν τοῖς πρώτοις καταριθμεῖν.
γένους τε γὰρ ἔφυ βασιλείου καὶ μορφῆς ἀπέλαυσε βασιλικῆς παιδείαν τε οὐ τὴν περὶ λόγους ἄχρηστον ἤσκησεν, ἀλλ ἐξ ἧς εὐσεβεῖν ἔμαθε καὶ τὰς ἄλλας ἐπιτηδεύειν ἀρετάς. ἡγεμονίαν δὲ τὴν Ῥωμαίων παραλαβεῖν ἠξιώθη νέος ὢν κατὰ κλέος ἀρετῆς ὑπ αὐτῶν ἐπίκλητος ἀχθεὶς καὶ διετέλεσε πειθομένοις ἅπαντα τὸν βίον τοῖς ἀρχομένοις χρώμενος:
ἡλικίας δ ἐπὶ μήκιστον ἤλασεν ὁλόκληρος οὐδὲν ὑπὸ τῆς τύχης κακωθεὶς καὶ θανάτων τὸν ῥᾷστον ἐτελεύτησεν ὑπὸ γήρως μαρανθείς, ὁμοίου παραμείναντος αὐτῷ τοῦ συγκληρωθέντος ἐξ ἀρχῆς δαίμονος ἑώς ἐξ ἀνθρώπων ἠφανίσθη, βιώσας μὲν ὑπὲρ ὀγδοήκοντα ἔτη, βασιλεύσας δὲ τρία καὶ τετταράκοντα, γενεὰν δὲ καταλιπών, ὡς μὲν οἱ πλείους γράφουσιν, υἱοὺς τέτταρας καὶ θυγατέρα μίαν, ὧν ἔτι σώζεται τὰ γένη, ὡς δὲ Γέλλιος Γναῖος ἱστορεῖ θυγατέρα μόνην, ἐξ ἧς ἐγένετο Ἄγκος Μάρκιος ὁ τρίτος ἀπ ἐκείνου γενόμενος Ῥωμαίων βασιλεύς.
τελευτήσαντι δ αὐτῷ πένθος μέγα προὔθετο ἡ πόλις καὶ ταφὰς ἐποιήσατο λαμπροτάτας.
κεῖται δ ἐν Ιἀνίκλῳ πέραν τοῦ Τεβέριος ποταμοῦ. καὶ τὰ μὲν περὶ Πομπιλίου Νόμα τοσαῦτα παρελάβομεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기