Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 66 4:

(디오니시오스, Antiquitates Romanae, book 2, chapter 66 4:)

τοῦ κόσμου τόπον τὰσ ἀνάψεισ τοῦ μεταρσίου ποιεῖται πυρὸσ ἀφ’ ἑαυτῆσ. εἰσὶ δέ τινεσ οἵ φασιν ἔξω τοῦ πυρὸσ ἀπόρρητα τοῖσ πολλοῖσ ἱερὰ κεῖσθαί τινα ἐν τῷ τεμένει τῆσ θεᾶσ, ὧν οἵ τε ἱεροφάνται τὴν γνῶσιν ἔχουσι καὶ αἱ παρθένοι, τεκμήριον οὐ μικρὸν παρεχόμενοι τοῦ λόγου τὸ συμβὰν περὶ τὴν ἔμπρησιν τοῦ ἱεροῦ κατὰ τὸν Φοινικικὸν πόλεμον τὸν πρῶτον συστάντα Ῥωμαῖοισ πρὸσ Καρχηδονίουσ περὶ Σικελίασ.

SEARCH

MENU NAVIGATION