호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔχει δέ τινασ ἀπορίασ καὶ τὸ φυλαττόμενον ἐν τῷ ἱερῷ τί δήποτέ ἐστι καὶ διὰ τί πρόσκειται παρθένοισ. τινὲσ μὲν οὖν οὐδὲν ἔξω τοῦ φανεροῦ πυρὸσ εἶναί φασι τὸ τηρούμενον, τὴν δὲ φυλακὴν αὐτοῦ παρθένοισ ἀνακεῖσθαι μᾶλλον ἢ ἀνδράσι ποιοῦνται κατὰ τὸ εἰκόσ, ὅτι πῦρ μὲν ἀμίαντον, παρθένοσ δ’ ἄφθαρτον, τῷ δ’ ἁγνοτάτῳ τῶν θείων τὸν καθαρώτατον τῶν θνητῶν φίλον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기